Σάββατο 21 Δεκεμβρίου 2019

"Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν..."

"Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν..."



"Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι".

"Ἡ Παρθένος σήμερον, τὸν ὑπερούσιον τίκτει, καὶ ἡ γῆ τὸ Σπήλαιον, τῷ ἀπροσίτῳ προσάγει. Ἄγγελοι μετὰ Ποιμένων δοξολογοῦσι· Μάγοι δὲ, μετὰ ἀστέρος ὁδοιποροῦσι· δι᾽ ἡμᾶς γὰρ ἐγεννήθη, Παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός".

Την Τρίτη 24 Δεκεμβρίου 2019, η Γέννησις του Σωτήρος Ιησού Χριστού. Αγρυπνία των Χριστουγέννων (21.00 μ.μ -01.00 π.μ)

Την Πέμπτη 26 Δεκεμβρίου 2019: Η Σύναξις της Υπεραγίας Θεοτόκου. Θα πραγματοποιηθεί Θεία Λειτουργία στον Άγιο Νικόλαο Ραγκαβά (09.00 π.μ. - 10.30 π.μ).

"Ὡς βρέφος βαστάζουσα, ἐν ταὶς ἀγκάλαις Ἁγνή, τὸν πάντων δεσπόζοντα, σάρκα λαβόντα ἔκ σοῦ, χαρᾶς ὤφθης πρόξενος, ὅθεν πᾶσα ἡ κτίσις, ἀνυμνεῖ χαρμοσύνως, σήμερον Θεοτόκε, τὴν φρικτήν σου λοχείαν πηγὴν γὰρ ἀθανασίας, κόσμω ἐκύησας".

Χρόνια πολλά και ευλογημένα σε όλους!

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου